Panegyric in Honor of the Emperor Constantinus

Julian the Apostate

Translated by Wilmer Cave Wright

5 chapters · about 8 h

Get it in Sphinx

Coming soon to iPhone and Android. Join the waitlist to hear when Sphinx opens.

Join the waitlist
Your phone

We'll only email you about Sphinx; you can ask us to remove you any time.

The opening

Oration I

ΙΟΥΛΙΑΝΟΥ ΚΑΙΣΑΡΟΣ ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΥΤΟΚΡΑΤΟΡΑ ΚΩΝΣΤΑΝΤΙΟΝ

PANEGYRIC IN HONOUR OF THE EMPEROR CONSTANTIUS

Πάλαι με προθυμούμενον, ὦ μέγιστε βασιλεῦ, τὴν σὴν ἀρετὴν καὶ πράξεις ὑμνῆσαι καὶ τοὺς πολέμους ἀπαριθμήσασθαι, καὶ τὰς τυραννίδας ὅπως ἀνῄιρηκας, τῆς μὲν λόγῳ καὶ πειθοῖ τοὺς δορυφόρους ἀποστήσας, τῆς δὲ τοῖς ὅπλοις κρατήσας, τὸ μέγεθος εἶργε τῶν πράξεων, οὐ τὸ βραχὺ λειφθῆναι τῷ λόγῳ τῶν ἔργων δεινὸν κρίνοντα, ἀλλὰ τὸ παντελῶς τῆς ὑποθέσεως διαμαρτεῖν δόξαι. τοῖς μὲν γὰρ περὶ τοὺς πολιτικοῦς ἀγῶνας καὶ τὴν ποίησιν διατρίβουσιν οὐδὲν θαυμαστὸν εἰ ῥᾳδίως ἔξεστιν ἐγχειρεῖν τοῖς ἐπαίνοις τῶν σοι πραχθέντων· περίεστι γὰρ αὐτοῖς ἐκ τῆς τοῦ λέγειν μελέτης καὶ τῆς πρὸς τὰς ἐπιδείξεις συνηθείας τὸ θαρσεῖν ἐν δίκῃ. ὅσοι δὸ τοῦ μὲν τοιούτου μέρους κατωλιγώρησαν, ὥρμησαν δ᾽ ἐφ᾽ ἕτερον παιδείας εἶδος καὶ λόγων ξυγγραφὴν οὐ δήμῳ κεχαρισμένην οὐδ᾽ ἐς θέατρα παντοδαπὰ τολμῶσαν ἀποδύεσθαι, πρὸς τὰς ἐπιδείξεις ἔχοιεν ἂν εἰκότως εὐλαβεστέρως. ἔστι γὰρ οὐκ ἄδηλον τοῦθ᾽ ὅτι τοῦς μὲν ποιηταῖς Μοῦσαι καὶ τὸ δοκεῖν ἐκεῖθεν ἐπιπνεομένους τὴν ποίησιν γράφειν ἄφθονον παρέχει τὴν ἐξουσίαν τοῦ πλάσματος· τοῖς ῥήτορσι δὲ ἡ τέχνη τὴν ἴσην παρέσχεν ἄδειαν, τὸ μὲν πλάττειν ἀφελομένη, τὸ δὲ κολακεύειν οὐδαμῶς ἀπαγορεύσασα, οὐδὲ αἰσχύνην ὁμολογουμένην τῷ λέγοντι τὸ ψευδῶς ἐπαινεῖν τοὺς οὐκ ἀξίους ἐπαίνου κρίνασα. ἀλλ᾽ οἱ μὲν ἐπειδὰν καινόν τινα μῦθον καὶ μηδέπω τοῖς πρόσθεν ἐπινοηθέντα φέρωσιν αὐτοὶ ξυνθέντες, τῷ ξένῳ τοὺς ἀκούοντας ψυχαγωγήσαντες πλέον θαυμάζονται· οἱ δὲ τῆς τέχνης ἀπολαῦσαί φασιν ἐν τῷ δύνασθαι περὶ τῶν μικρῶν μειζόνως διελθεῖν, καὶ τὸ μέγεθος ἀφελεῖν τῶν ἔργων τῷ λόγῳ, καὶ ὄλως ἀντιτάττειν τῇ τῶν πραγμάτων φύσει τὴν δύναμιν τῶν λόγων.

The whole book is in the Sphinx app.

About this edition

The words
Wilmer Cave Wright's English translation, copied word for word.
Left out
  • The source library's header, footer and license
  • The title page and opening pages before chapter 1
  • The printed table of contents (the app makes its own)
  • The source website's menus, layout and notices, in 3 places
  • Page numbers and running heads from the printed pages
  • A preface, foreword or afterword, in 2 places
  • The index

More like this